Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.46 Dem. 9.50 (English) >>Dem. 9.54

9.48πρῶτον μὲν γὰρ ἀκούω Λακεδαιμονίους τότε καὶ πάντας τοὺς ἄλλους, τέτταρας μῆνας πέντε, τὴν ὡραίαν αὐτήν, ἐμβαλόντας ἂν καὶ κακώσαντας τὴν χώραν ὁπλίταις καὶ πολιτικοῖς στρατεύμασιν ἀναχωρεῖν ἐπʼ οἴκου πάλιν· οὕτω δʼ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς, ὥστʼ οὐδὲ χρημάτων ὠνεῖσθαι παρʼ οὐδενὸς οὐδέν, ἀλλʼ εἶναι νόμιμόν τινα καὶ προφανῆ τὸν πόλεμον. 9.49νυνὶ δʼ ὁρᾶτε μὲν δήπου τὰ πλεῖστα τοὺς προδότας ἀπολωλεκότας, οὐδὲν δʼ ἐκ παρατάξεως οὐδὲ μάχης γιγνόμενον· ἀκούετε δὲ Φίλιππον οὐχὶ τῷ φάλαγγʼ ὁπλιτῶν ἄγειν βαδίζονθʼ ὅποι βούλεται, ἀλλὰ τῷ ψιλούς, ἱππέας, τοξότας, ξένους, τοιοῦτον ἐξηρτῆσθαι στρατόπεδον. 9.50ἐπειδὰν δʼ ἐπὶ τούτοις πρὸς νοσοῦντας ἐν αὑτοῖς προσπέσῃ καὶ μηδεὶς ὑπὲρ τῆς χώρας διʼ ἀπιστίαν ἐξίῃ, μηχανήματʼ ἐπιστήσας πολιορκεῖ. καὶ σιωπῶ θέρος καὶ χειμῶνα, ὡς οὐδὲν διαφέρει, οὐδʼ ἐστὶν ἐξαίρετος ὥρα τις ἣν διαλείπει. 9.51ταῦτα μέντοι πάντας εἰδότας καὶ λογιζομένους οὐ δεῖ προσέσθαι τὸν πόλεμον εἰς τὴν χώραν, οὐδʼ εἰς τὴν εὐήθειαν τὴν τοῦ τότε πρὸς Λακεδαιμονίους πολέμου βλέποντας ἐκτραχηλισθῆναι, ἀλλʼ ὡς ἐκ πλείστου φυλάττεσθαι τοῖς πράγμασι καὶ ταῖς παρασκευαῖς, ὅπως οἴκοθεν μὴ κινήσεται σκοποῦντας, οὐχὶ συμπλακέντας διαγωνίζεσθαι. 9.52πρὸς μὲν γὰρ πόλεμον πολλὰ φύσει πλεονεκτήμαθʼ ἡμῖν ὑπάρχει, ἄν περ, ἄνδρες Ἀθηναῖοι, ποιεῖν ἐθέλωμεν δεῖ, φύσις τῆς ἐκείνου χώρας, ἧς ἄγειν καὶ φέρειν ἔστι πολλὴν καὶ κακῶς ποιεῖν, ἄλλα μυρία· εἰς δʼ ἀγῶνα ἄμεινον ἡμῶν ἐκεῖνος ἤσκηται.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.46 Dem. 9.50 (English) >>Dem. 9.54

Powered by PhiloLogic